Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.71.2 | Hdt. 5.73.1 (English) | >>Hdt. 5.74.2 |
5.72.3 ὡς γὰρ ἀνέβη ἐς τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν κατασχήσειν , ἤιε ἐς τὸ ἄδυτον τῆς θεοῦ ὡς προσερέων · ἡ δὲ ἱρείη ἐξαναστᾶσα ἐκ τοῦ θρόνου , πρὶν ἢ τὰς θύρας αὐτὸν ἀμεῖψαι , εἶπε · “ὦ ξεῖνε Λακεδαιμόνιε , πάλιν χώρεε μηδὲ ἔσιθι ἐς τὸ ἱρόν · οὐ γὰρ θεμιτὸν Δωριεῦσι παριέναι ἐνθαῦτα .” ὁ δὲ εἶπε · “ὦ γύναι , ἀλλʼ οὐ Δωριεύς εἰμι ἀλλʼ Ἀχαιός .”
5.72.4 ὁ μὲν δὴ τῇ κλεηδόνι οὐδὲν χρεώμενος ἐπεχείρησέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν Λακεδαιμονίων · τοὺς δὲ ἄλλους Ἀθηναῖοι κατέδησαν τὴν ἐπὶ θανάτῳ , ἐν δὲ αὐτοῖσι καὶ Τιμησίθεον τὸν Δελφόν , τοῦ ἔργα χειρῶν τε καὶ λήματος ἔχοιμʼ ἂν μέγιστα καταλέξαι .
ch. 73
5.73.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.71.2 | Hdt. 5.73.1 (English) | >>Hdt. 5.74.2 |